δωροδοκῶν κᾆτ’ ἐλεγχόμενος ἀντεγκαλεῖ οὔτε εἰ γρά- φων ἐξόδους καὶ ναυτικοὺς ἀποστόλους εἶτα λυπήσω τοὺς μὲν πλουσίους εἰσφέροντας καὶ τριηραρχοῦντας, τοὺς δὲ πολλοὺς στρατευομένους οὔτε εἰ ταῖς τοῦ δήμου παντὸς ἐπιθυμίαις ἀντιστήσομαι, καὶ γὰρ τοῦτο
συμβούλου, ἀλλὰ τῇ μὲν πόλει χρήματα, δόξαν, ἡγε- μονίαν κτώμενος, ἐμαυτῷ δὲ κατηγόρους, ἀφ’ ἧς ἡμέ- ρας ἀνέβην ἐπὶ τὸ βῆμα, τὴν περὶ τὰς Ἑλληνικὰς πράξεις ἑλόμενος πολιτείαν, ὑπεύθυνον ἐμαυτὸν διδοὺς τῷ τοῦ πολέμου τέλει, τῇ τύχῃ, τῷ καιρῷ, τοῖς βουλο-
μένοις.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.