ἀντιλέγει σαφῶς, ἐπαμφοτερίζων δὲ τάττεται διὰ μέ- σου καὶ φίλος ἀμφοτέροις μένει. τὰς γνώμας οὐχ, 1 2 3 4 ὥσπερ ἡμῶν ἕκαστος, ἐν πινακίῳ γεγραμμένος οἴκοθεν, λόγους δὲ προκαθίησιν ἐκ πολλοῦ, κἂν μὲν ἀντιλέγῃ μηδείς, ἔγραψεν· ἢν δὲ καὶ σμικρὸν ὑποκρούσῃ τις, · καὶ προίδηται γραφήν, ῥίψας τὸ ψήφισμα φεύγων οἴχεται. κλέπτουσι τὰ κοινά τινες. εἰ μὲν ῥήτωρ οἷος
ἀντεγκαλεῖν, οὐχ ὁρᾷ, ἐπὶ δὲ τοὺς ἰδιώτας καὶ ὑφ’ ὧν οὐ δέος μὴ κριθῇ δεινός ἐστιν.
οὐχ ὑπομένεις ἀργὸς οὐδ’ ἀσύμβολος εἶναι τῇ πόλει οὐδὲ βούλει ζῆν ἀφανῶς ἐν τῷ σκότῳ κατορωρυγ- μένος· καὶ τὰ σφαλερὰ τῆς πολιτείας ὑπόμενε καὶ μὴ φεῦγε τοὺς κινδύνους ἢ μηδὲ τὰς τιμὰς δίωκε.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.