ἀνταγωνισταὶ ἐν τοῖς ὁμοίοις ἀνόμοιοι διεφάνημεν, ἥπερ σαφεστάτη διάγνωσις. τὰ μὲν οὖν καθ’ ἕκαστον τῶν πολιτευμάτων μακροῦ λόγου, τὸ κεφάλαιον δὲ περὶ οὗ τά νῦν ἡ κρίσις, πολλὰς γνώμας εἶπεν Ἀρι- 1 2 στοφῶν, καὶ καθ’ | ἑκάστην γραφή, Κέφαλος οὐχ 3 ἥττους, καὶ κατήγορος οὐδαμοῦ. δημοσίων πόρων ἥψατο. εὐθύναι, λογισταί, κρίσεις. κατέστην ἐπὶ τῆς διοικήσεως. οὐδεὶς οὕτω θρασὺς εὑρέθη συκοφάντης οὐ μᾶλλον ἢ τὸν Ἀριστείδην τις ἐκεῖνον ἐδίωξε νοσφισμοῦ.
ἐπανήλθομεν πεπρεσβευκότες. ἠγόμην εἰς τὸ πρυτα- νεῖον, οὗτος εἰς τὸ δικαστήριον. ἔλαβε τὰ τοῦ πολέμου κατὰ τὴν ἑκατέρου πρόνοιαν τέλος. ἐστεφανούμην, οὑ- τος εἰς τὸ δεσμωτήριον εἵλκετο. ταὐτὰ παρὰ πᾶσαν πολιτείαν. τῷ μὲν ἀβίωτος ὁ καλὸς οὗτος βίος ἀεὶ περὶ
αὑτοῦ τρέμοντι, λαγὼ βίον ζῶντι, ἐγὼ δὲ οὐ γνώμην ὑποσιωπήσας, οὐ πρεσβείαν ἐξομοσάμενος, οὔτ’ ἐν τῷ κελεῦσαί τι τῶν ἐπιπόνων οὔτ’ ἐν τῶ κωλύσαι τὰ πρὸς ἡδονὴν οὐδὲ λαβὴν ἐνέδωκα τούτοις οἷσπερ Ἀρι- στοφῶν οἶδεν ἐπὶ πάσης προφάσεως συκοφαντούμενος.
ὅμοιοί γέ εἰσι παρὰ μικρὸν ἡμῶν οἱ βίοι;
τανείῳ σιτήσεως ἀγωνισάμενος ἐν τοῖς πολλοῖς δικα- 4 5 στηρίοις, οὐ περὶ τῶν ἐσχάτων, καὶ περὶ τοῦ χρηστός, οὐ περὶ τοῦ μὴ κάκιστος δοκεῖν. καίτοι κἂν εἰ περὶ δωρεᾶς πρὸς ἄλλους ἐκέκριτο, οὐδὲν ἦν αὐτῷ τοῦτο πρὸς ἐμὲ πρὶν ἐμοὶ παρεξετασθῆναι καὶ βελτίονα
ἐμοῦ δόξαι. καὶ πολλάκις εἰ κριθεὶς ὐπ’ ἐμοῦ πολλάκις ἐξέφυγε, χρηστὸν μὲν οὐδ’ ἂν οὕτως αὑτὸν ἐδείκνυε, συκοφάντην δ’ ἐμέ.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.