λιστα τοῖς αἰσχίστοις κτήσεται, ὃς τοσοῦτον ἀπέχει τοῦ διὰ τὰς πονηρὰς ὑπονοίας, ἔστω γὰρ ὑπονοίας, γέρας ἂν δικαίως λαβεῖν, ὥστ’ εἰ καὶ δωρεᾶς ἄξιον ἄλλο παρείχετο, διὰ τοῦτ’ ἂν εἰκότως ἐκωλύετο, ὅτι πλείω τῶν σεμνολογημάτων ἔχει τὰ ἐγκλήματα. διὸ μή τοι γε
τοῦ κεκρίσθαι πολλάκις αὐτόν, μηδ’ ἂν ἑτέρου χρηστοῦ 1 τινος, | δωρεὰν οἰστέον <ὃν> ἐχρῆν, εἰ καί ἐν ὀνείδους μέρει προὔφερεν αὐτῷ τὰς ἀναριθμήτους κρίσεις, ἐγκαλύπτεσθαι, καὶ οὐδ’ αὐτὸς <ἂν> νὴ τοὺς θεούς, ὀνειδίσαι τούτῳ τὰς γραφάς, εἰ μὴ
τοῖς ἑαυτοῦ κακοῖς ἐσεμνύνετο.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.