κρίσθαι μαθόντες, τὴν ἑκατέρου δὲ προαίρεσιν οὐκ εἰδότες οἰηθεῖεν ’ίσως ἂν τὸν μὲν ἐξεταζόμενον ἐν πολι- τείᾳ καὶ πολλοῖς ἐμπλεκόμενον | πράγμασι διὰ τοῦτο 1 καὶ πολλαῖς περιπεσεῖν αἰτίαις, καὶ θαυμαστὸν οὐδέν, εἴ τις ὑπεύθυνον αὑτὸν ἅπασι διδοὺς τοῖς ἐχθροῖς
ἐπισπώμενος φθόνον ἀφ’ ὧν εὐδοκιμεῖ καὶ δι’ ὅσων νῦν Ἀριστοφῶν σκήπτεται κρίνεται· περὶ ἐμοῦ δὲ τὴν ἐναντίαν ἔχοι τις ἂν δόξαν, ἰδιωτεύων γάρ, ὡς εἰκός, ἀποδεδρακὼς ἐκ μέσου λέληθε τοὺς συκοφάντας ἐν ἀφανείᾳ βίου, καὶ τὸν μὲν φιλοκίνδυνον ἔσθ’ ὅτε
καὶ χρήσιμον ἂν ἡγήσαιτο τῷ μήτε λέγειν ἃ δεῖ μήτε γράφειν ὀκνεῖν, ἐμὲ δὲ βίου μὲν εἷναι νικηφόρον ἀμέμπτως εἰς τοῦτο ἐζηκότα, ἀσύμβολον δὲ τοῖς κοι- νοῖς. καὶ γὰρ οὕτως ἔχει· οὔτε καθ’ αὐτὸν βιοῦντα καὶ μὴ προσαπτόμενον πολιτείας ἀναίτιον διαγενέσθαι
μέγα οὔτε πολιτευόμενον αἰτίας πολλὰς ἐκφυγεῖν ἄξιον τιμωρίας, ἀλλ’ οὐδὲ τιμῆς.
προσκρούων, ὡς εἰκός, ἐν τῇ πολιτείᾳ πᾶσι, τισὶ φθονούμενος ἐφ’ οἷς ἐπαινεῖται βίον ἀκίνδυνον ἐν ἐπικινδύνῳ προαιρέσει φυλάττει μόνος καὶ κρίνει μὲν οὓς ἂν ἀδικοῦντας λάβῃ, μηδεὶς δὲ τούτου μηδὲν ἀντικατηγορεῖ, οὗτος ὁ μέγας δημαγωγός, οὗτος ὁ
κρείττων ἐλπίδος, ᾧ συγχωροῦσι καὶ ἰδίᾳ καὶ δη- μοσίᾳ πάντες ἄνθρωποι πολιτεύεσθαι καλῶς κοινῇ μὲν πειθόμενοι, κατ’ ἄνδρα δὲ μὴ γραφόμενοι, τούτῳ μαρτυροῦσιν ἀφ’ ἑνὸς στόματος ᾧ σιωπῶσιν, εὖνοι, κακόνοι, πᾶς ὁ δῆμος, οἱ ῥήτορες, οἱ συκοφάνται.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.