πνεύματα μηδὲ ναυμαχείτω τοῖς κύμασιν ἐξὸν τὰς νομίμους ὥρας ἀναμένειν καὶ τὰ δεξιὰ πνεύματα, σώζει γὰρ οὕτως τήν τε ναῦν καὶ τοὺς ἐν αὐτῇ πλέοντας, μήτε στρατηγὸς παραβαλλέσθω ῥᾳδίως τῷ στρατοπέδῳ μηδὲ ἀκαίρως ἀναρριπτείτω περὶ τῶν ὅλων,
ὅπου κρεῖττον ἄνευ μάχης. στρατιώτου μὲν γάρ ἐστι καὶ τούτου μισθωτοῦ προίεσθαι ῥᾳδίως αὑτόν, στρα- τηγοῦ δὲ καὶ δημαγωγοῦ τὸ σὺν ἀσφαλείᾳ σκοπεῖν.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.