αὑτῷ τις ἀγαθὸς δαίμων ἢ κακὸς ἐν οἷς προαιρεῖται <κακῶς ἢ> μετρίως. οὕτως ἐγὼ αὐτὸς ὤν, ἑτέροις ἠγνοημένος κριταῖς. ἀπαλλάττει μοι κατηγόρους ἡ Τύχη θρασεῖς. τί δὲ τουτωί; οὐ κατὰ τοὺς νόμους ὅ τι συνοίσει τοῖς ψηφισαμένοις σκοπῶν,
ὅπως δὲ προσελθὼν ἀρέσει καὶ χαριεῖται μὲν οἷς βούλε- ται, λυπήσει δὲ τοὺς ἰδίους ἐχθρούς, ἐμβαλὼν ἑαυτὸν 1 2 3 εἰς ἀφανῆ χρημάτων διοίκησιν, τἄλλα πράττων οἷς εἰς ὑποψίαν ἔρχεται, τὸ κεφάλαιον, Ἀριστοφῶν <ὢν> συκοφαντείτω τὴν Τύχην. ὁ τοιοῦτος τὰς κατηγορίας ἐφ’ ἑαυτὸν καλεῖ.
τὸν τοῦ πῶς ἑκάτερος πολιτεύεται. ἔχει γὰρ οὕτως. εἰς δύο ταῦτα τῶν πολιτειῶν νενεμημένων, καὶ τῶν μὲν <δι᾿> εὐλάβειαν περιττὴν τὸν ἡσύχιον βίον ὥσπερ οἱ πολλοί, τῶν <δὲ> θρασύτητος πάντα λέγειν καὶ γράφειν ἄνευ τοῦ· τί καλόν, ὡρμη-
μένων, ὥσπερ οὗτος, καὶ τῶν μὲν ἰδιαζόντων οὔτε ὠφελούντων οὔτε βλαπτόντων, τῶν δέ, ὡς οὗτος, αὐθαδειαζομένων ἀνατρεπόντων τὰς πόλεις ἐγὼ τὴν διὰ μέσου τῆς πολιτείας ὁδὸν τραπόμενος οὔθ’ οὕτως ἄτολμος ὡς ἃ δεῖ μὴ λέγειν, αἰσχρὸν γάρ, οὔθ’
οὕτως ἰταμὸς ὡς ἃ μὴ δεῖ λέγειν, σφαλερὸν γὰρ τοῖς ὅλοις, δημηγορῶν δὲ αὐτὰ τὰ καίρια καὶ τὴν ἐφ’ ἑκάτερα τῶν προειρημένων ἀμετρίαν ἐκπεφευγώς, τῶν μὲν τὴν ἀργίαν, τοῦ δὲ τὴν περιεργίαν, αὐτοῦ μοι δο- κῶ τετυχηκέναι τοῦ καλοῦ, ὃ ἐπὶ τῶν ἀνθρωπίνων ἐπι-
τηδευμάτων ἐν | μέσῳ τῆς τῶν ἐσχάτων ὑπερβολῆς 4 ἵσταται.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.