τοῦτον δὲ φιλαίτιοι, ὡς καὶ τῶν τειχῶν ὅσα μέν ἐστιν ἁλώσιμα, τούτοις καὶ μηχανὰς προσάγουσιν οἱ πολέμιοι, τοῖς δὲ ἀναλώτοις οὐδὲ πειρῶνται. οὑτωσὶ μὲν 1 οὖν ἔδοξεν αὐτοῖς, οἱ δ’ οὐχ εὗρον καίπερ ὄντες σοφοὶ μηχανὰς αἷς αἱρήσουσί με. ἀλλὰ καὶ τὰς ἐπιβουλὰς
αὐτῶν ἀπέστησα τῷ πιστῷ τοῦ τρόπου, τοὺς τούτου δὲ ὑμεῖς ἀπεκρούσασθε κατηγόρους, ὥσπερ τινὲς χρη- στοὶ σύμμαχοι, ἐπεί, τό γε εἰς τὴν ἑαυτοῦ προαίρεσιν, πάλαι ἂν ἐξεπεπολιόρκητο.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.