οἷά τις ἂν λαβών. τὰ φώρια μὲν ἐν χεροῖν οὐκ ἔχει τῆς κλοπῆς, τεκμήρια δ’ ὅμως παρέσχηται. ἄντικρυς μὲν οὑτωσὶ τοῖς νόμοις οὐκ εἶπεν ὑπεναντία, οὐκ ἀκόλουθα δέ. ταύταις εἰσάγουσι ταῖς ἐλπίσιν, ὧς οὐ πόρρω τοῦ πονηρὸν εἶναι δοκεῖν. οὔτε γὰρ <οὕτω>
φιλαίτιος οὐδεὶς ὧς τὸν ἄχραντον πάντη καὶ κατὰ μηδὲν αἴτιον ἀλόγως συκοφαντεῖν, οὔθ’ οὕτως ἀπράγ- μων πόλις, ὅπου καὶ τοὺς κατὰ μικρὸν ὑπόπτους 1 2 ἀθῴους ἐῶσιν, ἀλλ’ εἰσὶν οἱ συκοφάνται θρασύτεροι μὲν τοῦ τοὺς φανεροὺς ἐλέγχους ἀναμένειν, εὐλαβέ- στεροι δὲ τοῦ καὶ τοὺς ὅλως ἀναιτίους κρίνειν.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.