Ἀλκιβιάδης. εἰ δὲ Νικίᾳ τῷ προορῶντι τὸ μέλλον ἐπείσθησαν, οὐκ ἂν ταῦτα ἐπέπρακτο. δεῖ γὰρ καὶ μάντιν εἶναι τὸν ῥήτορα καὶ τοῦ καθ’ αὑτὸν ἀσφαλοῦς ἐπιμελεῖσθαι· καὶ γὰρ τὸ κοινὸν οὕτω βούλοιτ’ ἂν ὀρθοῦσθαι, ὅταν τοῦ καθ’ αὑτὸν μέρους φαίνηται
προνοούμενος. οὐκ ἄν, εἰ τοῖς προμηθέσι δημαγωγοῖς ἐπείθοντο, τοιαύταις γνώμαις ἐχρήσαντο. νῦν δὲ Ὑπέρ- 1 2 βόλοι καὶ Κλεοφῶντες, ὅμοιοι τούτῳ ῥήτορες, μήτε τὸ κοινὸν ἀκίνδυνον μήτε τὸ καθ’ αὑτοὺς ἐννοοῦντες ἐξήγαγον εἰς ἐκεῖνα τὰ πράγματα τὴν πόλιν.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.