σοὶ παρὰ τούτων ἐπὶ ταῖς κρίσεσι ταῖς πολλαῖς, καὶ τοῖς κατηγόροις ὀφείλοιτ’ ἂν παρὰ σοῦ χάρις. ἐκεῖνοι γὰρ ἀρχηγοὶ τούτου γεγόνασί σοι τἀγαθοῦ. σὺ δέ μοι μνησικακεῖς ἅπασιν, ἐλαύνεις ὧς ἐχθροὺς καὶ κακῶς ποιεῖς. οὕτως αἰτίους ἡγῇ τοῦ μεγίστου καλοῦ.
ἀνεγκλήτοις; οὐδὲν ἄλλο. Ἀριστοφῶν μὲν οὖν αἰτεῖ παρ’ ἑτέρων τοῦτο καὶ διαπράττεται χαλεπῶς αὐτὸ μετὰ πολλοὺς φόβους· ἐγὼ δὲ ἔχω παρ’ ἐμαυτοῦ τὴν ἄφεσιν καὶ ὅς] εἰμὶ καὶ δοκῶ πᾶσιν εἶναι τοιοῦτος οἷος οὗτος εἶναι δοκεῖν ἀγωνίζεται. τὸ μετὰ τὴν νίκην
εὐτύχημα τούτῳ προσγιγνόμενον τοῦτ’ ἐμός ἐστι βίος. εἶθ’ ᾧ βούλεται μὲν ὅμοιος δοκεῖν, ἀδυνατεῖ δέ, καὶ γὰρ εἰ διαφεύγει τἀς δίκας, οὐ δύναται τὸ μὴ κεκρί- σθαι λαβεῖν, τούτου βελτίων εἶναί φησιν, ἄνθρωπος 2 ἀμφισβητήσιμος τοῦ παρὰ πᾶσιν ὡμολογημένου χρη- στοῦ. <ἀφείθη τῆς αἰτίας, ἐγὼ δ᾿> ἐκπέφευγα ἀναίτιος ἐκρίθη, ἐγὼ δ’ οὐκ ᾐτιάθην.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.