προὔθετε; ἤ τὸν ἐμπίπτοντα μὲν εἰς πολλὰς καὶ παν- τοίας νόσους, ἀναφέροντα δὲ διὰ τὴν ἰατρείαν καὶ φαρμάκοις πικροῖς καὶ τομαῖς καὶ πρὶν ἰαθῆναι τὸ πρῶτον ἑτέρου νοσήματος ἀρχόμενον πάλιν καὶ παρά- παν εἰπεῖν ἰατρευόμενον διὰ βίου καὶ δυσθανατοῦντα
μέχρι γήρως; Ἄπολλον, ἀμείνων μεντἂν ἦν ἀποθανὼν ὑπὸ τῆς πρώτης νόσου καταμείνας ἐν αὐτῇ μᾶλλον ἣ πειρώμενος ἄλλοτε ἄλλου πάθους. σώματος μὲν οὖν ἕξις ἀρίστη ἡ μὴ χρῄζουσα ἰατροῦ, ψυχῆς δὲ ἡ δικα- στοῦ μὴ ἐφιεμένη, ἰατρεῖα γὰρ τῶν κατὰ ψυχὴν νοση-
μάτων τὰ δικαστήρια. ἐν οἷς οὗτος ἀεὶ κατατριβόμενος οὐδὲ κατατεμνόμενός πω τέλεον ἰάθη, ἀλλὰ δοκεῖ, ἐγὼ δὲ ὁλόκληρος, ὑγιής, ἀπροσδεὴς ἀναγκαίου φαρμάκου.
ρον τοῦ μὴ νενοσηκότος, μή τοι γε τούτῳ πρὸς ἐμὲ λόγος ἐστίν, ὅς κοινὸς πρόκειται σκοπὸς τοῖς γραφο- μένοις, ᾧ πάντες ἐμμελετῶσιν οἱ ῥήτορες. οὐδεὶς ὅς οὐχὶ κατὰ τούτου λέγει, καὶ τὰ μειράκια ἐκ τῶν τού- 1 2 του κατηγοριῶν τῆς ῥητορικῆς ἄρχεται. ἀντίθες ἐν βραχεῖ τοὺς βίους. οὐδεὶς κατήγορος ἐλέγξει, οὐδὲ] οὐδείς, ὅτι τὰ μικρότατα ᾐτιάθην· τὰ μέγιστα ἐνεκλή- θης. | οὐδὲ ἐκ τύχης ἁμαρτεῖν ἔδοξα· ἐφ’ ἑκουσίοις 3 ὑπωπτεύθης. ἐβουλεύσαντο πολλάκις, εἰ σὲ ζῆν ἐάσου-
σιν· οὐδ’ αἰτιάσασθαί μέ τις ἐβουλεύσατο. ἐπῃνούμην· ἐνεκαλοῦ. ἐστεφανούμην· ἐκινδύνευες. ἐκρίνου· ἐδίκα- ζον. ἱκέτευες· ἠλέουν. πολλάκις σε κἀγὼ παρῃτησάμην.
τὸ κατὰ σέ. ἕτερον δέ, ὡς εὐτυχία τὸ κατηγόρου μὴ τυχεῖν, οὐδεμία ἀρετή· τρίτον, ὡς αὐτὸς μὲν ἀνειμένῃ παρρησίᾳ χρώμενος καὶ οὐδὲ κίνδυνον ὑποστελλόμενος εἰκότως ἐν κρίσεσιν ὢν διατελεῖ, ἐμὲ δὲ εὐλαβέστερον πολιτεύεσθαι. πρὸς ἕκαστον δὴ τούτων εἰπεῖν ἀνάγκη.
νίαν. ὁρῶ δὲ ἅπαντας ἐφ’ οἷς εὐτυχοῦσι τιμωμένους, καὶ τῶν κατορθουμένων εἰσὶν αἰ τιμαὶ καὶ στρα- τηγῷ καὶ ῥήτορι, οἱ δυστυχοῦντες δὲ καὶ τῶν δωρεῶν ἀποτυγχάνουσιν. ἄτοπον οὖν, εἰ τὸν δυστυχεῖν ὁμολο- γοῦντα ὡς κατορθοῦντα τιμήσετε. οὐ μὴν οὔθ’ οὗτος
ἑκουσίως δυστυχεῖ, ἀλλ’ ἐκ πολυπραγμοσύνης καὶ προ- πετείας ἐν οἷς πολιτεύεται, οὔτ’ ἐμοὶ τὸ τῆς ἄλλων καὶ τῆς σῆς αἰτίας ἐκτὸς εἶναι αὐτόματον εὕρημά ἐστιν, ἐκ προνοίας δέ, εἴπερ τι καὶ ἄλλο, καὶ τῆς τοῦ τί λεκτέον καὶ μὴ φροντίδος. ἐπισφραγίζεται τὴν ἀσφά-
λείαν τῶν βουλευμάτων ἡ Τύχη.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.