καλοὺς κἀγαθούς, ὧς μὲν Ἀριστοφῶν, ἀπεύχεσθε, συν- εύχεσθε δ’, ὧς Κέφαλος, βιοῦν, ἐπὶ θεῶν | μαρ- 1 τυρῶν τἀμὰ προτετιμήκατε. οὐκοῦν πρὸς τῷ μὴ δίκαιον οὐδ’ εὐσεβὲς ἐναντίαν τῇ παρὰ τῶν θεῶν αἰτήσει τὴν ψῆφον θέσθαι δεύτερον ὅρκον, ὡς ἄν τις εἴποι, τὴν
εὐχήν, ὧς χρὴ δικάσαι, ποιουμένους.
εἰς τὴν πολιτείαν, πότερα τοῖς θεοῖς εὔχου μηδέποτε παύσασθαι κρινόμενος ἢ κατορθοῦν ἀκινδύνως; τί δέ; τοῖς ἀπηντηκόσι χαίρεις ἢ συμφορὰν ὑπείληφας; εἰ μὲν γὰρ τὰς δεινοτάτας γραφὰς καὶ τοὺς θεοὺς ᾔτεις καὶ γενομένων χαίρεις, φιλοκινδυνότατος εἶ καὶ κατὰ
τοῦτο μοχθηρός, εἰ σοὶ μόνῳ τὸ κακῶς ἀκούειν ἡδονὴ καὶ καλινδεῖσθαι περὶ τὰ δικαστήρια, ὅπου καὶ τοὺς ἐπ’ ἀλλοτρίοις θαμίζοντας πολυπράγμονας ἡγούμεθα· εἰ δὲ ὁσάκις, ἀεὶ δὲ πρὸ τῶν Ἐπωνύμων ἴδοις ἄν· ὁ δεῖνα Ἀριστοφῶντα κλοπῆς ἢ προδοσίας. ὀδύρῃ
καὶ <πρὸς> τοὺς ἀπαντῶντας· ἐμὲ μισοῦσιν πόθεν ἄλλοθεν ἡ γραφή; οὐδ’ ἀναπνεῦσαι δι- δόασί μοι πάντες. καὶ τί πέρας ἔσται κακοῦ; Κέφαλος εὐδαίμων. καὶ πρὸς τοὺς δικαστὰς βοᾷς καὶ τῇ πυκνότητι τοῦ κινδύνου τὸν ἔλεον φαίνῃ κτώ-
μένος, πῶς ἐφ’ οἷς ὡς κακοῖς δυσφορεῖς, ὧς ἀγαθῶν 4 5 6 δωρεὰν αἰτεῖς;
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.