σωθῆναι παρὰ τουτοισὶ μέγα. ἐν Λακεδαίμονι μὲν γὰρ καὶ ὅπου βραδεῖς μὲν αἰτιάσασθαί εἰσι πολίτην, χαλε- ποὶ δὲ κρίνοντες, κατηγορίαν ἐκφυγεῖν ῥᾷον ἢ ἀθῷον ἀφεῖσθαι· Ἀθήνησι δὲ παρ’ οἷς ἀμύθητοι μὲν αἱ κρί- σεις, εὐαρίθμητοι δὲ αἱ τιμωρίαι, αἱ πολλαὶ μὲν ἀφ-
ἐσεῖς τῆς ὑμετέρας χρηστότητος, οὐ <τῆς> τοῦ 1 2 3 4 θέντος ἀρετῆς, | τὸ δὲ μὴ κατήγορον ἐπιστῆναι τοῦ καθ’ αὑτόν τινος δικαίου τρόπου, καθάπερ καὶ τοὐμὸν αὔταρκες οὐ συμβαλλομένου τι πρὸς δόξαν οὐ ῥήτορος, οὐ μάρτυρος, οὐ δικαστηρίου.
καίτοι δωρεὰν οὐκ ᾔτησαν, οὐδ’ ὁ τοῦ Ἀγαμέμνονος θεὰς νενικηκώς. καὶ οὐδ’ ἂν ἀριθμήσαι τις, ὅσους ἐλεήσαντες οὐ καθαροὺς ὄντας ἐσώσατε. καὶ θεὸν τὸν Ἔλεον μόνοι διὰ ταῦτα νομίζετε. τὸ δὲ μὴ κριθῆναι πολιτευόμενον οὐκ ἄν τις ὅτῳ γέγονε πρὸ ἐμοῦ παρά-
σχοῖτο. τίμια δ’ οὐχ ὅσα κοινὰ πρὸς πολλούς, ἀλλ’ ἃ τοῖς τιμωμένοις αὐτοῖς ἐστιν ἐξαίρετα ὥσπερ ἡ τιμή.
εἰπέ μοι, πρὸς θεῶν, εἰ προθείη τις ὑμῖν αἵρεσιν τὸν 5 6 7 ὁποτέρου ἡμῶν βίον ἑλέσθαι, <ἐν> εἰσαγγελίαις γραφαῖς εἷναι διὰ βίου, τὰ ἔσχατα ἀκούειν ἐν μέ- σοις τοῖς δικαστηρίοις, ἐξ ἡμερῶν εἰς νύκτας ἀπαύ- στοις συνέχεσθαι φροντίσι, περὶ ψυχῆς τρέμειν, συν- ηγόρους παρακαλεῖν, ἱκετεύειν δικαστάς, Ἡράκλεις,
οὐ παύσῃ καταρώμενος ἡμῖν; ἀκούεις ἀποκρινο- μένων; τὸν μὲν δὴ τούτου βίον τὸν καλὸν τοῖς ἀλεξι- κάκοις καὶ τοῖς ἀποτροπαίοις ἄφετε καὶ μηδὲ πεῖραν αὐτοῦ λάβοιτε· ἀντὶ δὲ τούτου τὸν ἐμόν, τὸν εὐδόκι- μον καὶ φανερὸν οὐδενὸς τῶν πολιτευομένων ἔλαττον,
ἀσφαλῆ δὲ καὶ ἄμεμπτον, ὧς οὐδενὸς ἰδιώτου βίος, καὶ ψόγου μὲν ἀνήκοον, ἐπαίνων δὲ πλήρη τις οὐκ ἂν αὑτῷ τε καὶ παισὶ γενέσθαι εὔξαιτο;
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.