κατηγορεῖν ἐγχειροῦσιν, ἐνῆν <ἂν> πριάμενον ἀδικεῖν ἐπ’ ἐξουσίας· εἰ δὲ πᾶσι πάντας ἔξεστιν εἰσαγ- γέλλειν, γράφεσθαι, φαίνειν, εἰσάγειν, οὐ δήπου πάν- τας ἐωνησάμην Ἀθηναίους. ὁπόσους γὰρ ἂν ἔπεισα τὴν ἡσυχίαν ἄγειν, πλείους ὑπελείποντ’ ἂν οἱ κατη-
γορήσοντες. καὶ εἰ μὲν γραψάμενοί μέ τινες εἴασαν καταβαλόντες, παρῆν ἂν ὑπιδέσθαι τοῖς κακοήθεσι· διελύσαντο, ἀπέδοντο, νῦν δὲ πῶς ἂν ἔπεισα τοὺς μὴ φανέντας;
πόλει καὶ διὰ τοῦτο κεκρίσθαι πολλάκις, μεῖζον τοὐ- μὸν καλὸν ποιεῖς, εἰ καὶ παρὰ τοιούτοις ἔμεινα ἀναί- τιος· εἰ δὲ παρορᾶν τοὺς ἀδικοῦντάς σοι δοκοῦσιν, 1 2 3 ἔστω γὰρ ὁπότερον βούλει, καὶ διὰ τοῦτο οὐ διώκουσί με, <τὸν> καὶ παρὰ τοῖς ῥᾳθύμοις καὶ ὀλιγώροις αἰτίαις ἀεὶ ποῖόν τινα χρὴ δοκεῖν εἶναι; δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ σὲ δι’ ὑπερβολήν, ἔν οὕτω φῶ,
χρηστότητος καὶ τοὺς ἀπράγμονας φιλοκινδύνους πεποι- 4 ηκέναι ἢ <τοὺς> φύσει φιλαιτίους καὶ πρὸς τίους, ἢ οἷον ἐμὲ χρηστὸν καὶ τοῖς συκοφάνταις δοκεῖν. εἰ· μὲν γὰρ οὐχὶ τὴν αὐτὴν ᾠκοῦμεν πόλιν, εἶχεν ἂν πρόφασιν αὐτὸς μὲν φιλοψόγοις συνοικεῖν ἀνδράσιν,
ἐγὼ δὲ ὅτι πρᾴους εὐτυχῶ τοὺς πολίτας· εἰ δὲ κατὰ τοὺς αὐτοὺς νόμους ἐπὶ τῆς αὐτῆς ἀγορᾶς οὐ τῶν αὐτῶν ὑμῶν πεπειράμεθα, οὐχ ἡ τῶν πολιτῶν φύσις αἰτία, πρὸς ἀμφοτέρους γὰρ ἂν] ἦν μία, ὁ δ’ ἡμέτερος τρόπος διενηνοχὼς οὐδὲ ὑμᾶς ὁμοίους ἑκατέρῳ συν-
ἔστησεν.
ὅτι καὶ τοιούτοις ἤρεσα· ἐμοὶ δ’ ὁποῖοι δοκεῖτε καὶ πάντες ἄνθρωποι μαρτυρήσουσιν, οὐκ ὀκνήσω μετὰ παρρησίας εἰπεῖν. ὑμεῖς ἄχρι μὲν τοῦ ῥᾳδίως ὑττον- ῆσαι καὶ ἀναίτιον αἰτιάσασθαι δόξαιτ’ ἂν ἀπαραίτητοι, 5 6 7 8 ὅθεν καὶ πλεῖσται κρίσεις Ἀθήνησιν, εἰς δὲ τὸ δικα- στήριον εἰσελθόντες εὐάγωγοι, φιλάνθρωποι πᾶσιν. ἄν τις ἀρνῆται, πιστεύετε, πρὸς τὸν κινδυνευόμενον ἀεὶ ῥέπετε, οἰκτείρετε, πλείω δάκρυα τῶν κρινομένων ἀφίετε, σώζετε. καί τινα τρόπον εἰκότως τοῦτο συμ-
βαίνει. ἰδίᾳ μὲν γὰρ ἕκαστος ἢ πικρὸς ἢ βάσκανος ἤ τι τῶν ἀνθρωπίνων ἄλλο, ἀθροισθέντες δὲ εἰς ταὐτὸν ἀποθέμενοι τὸ καθ’ ἕκαστον ἦθος τὸ κοινὸν Ἀθηναῖοι γεγόνατε καὶ μετὰ τοῦ συμβόλου καὶ τῆς βακτηρίας τὴν ἔμφυτον τῇ πόλει φιλανθρωπίαν ἀπειλήφατε.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.