δικαστήριον ἡ πόλις πᾶσι τῶν καθ’ ἡμέραν ἐπιτηδευ- μάτων. ὅταν δὲ καὶ τὰ δημόσια πράττων τις ἀνέγκλη- τος καὶ ἄληπτος ᾖ, μείζονα βάσανον ταύτης ἀναμενεῖτε; καὶ εἰ μὲν ἔτος τουτὶ δεύτερον ἢ τρίτον, ἀφ’ οὗ προσ- ελήλυθα τῷ βήματι, οὐκ ἀξιόπιστος ὁ χρόνος οὗτος οὐδὲ
βεβαιωτής· εἰ | δὲ ἀφ’ ἧς ἡμέρας ἐδοκιμάσθην εἰς 1 ἄνδρας ἐμαυτὸν ἀνέθηκα τῷ δήμῳ φέρων καὶ διῴκηκα μὲν οὐδὲν ὅ τι οὐκ εὖ, κατηγόρημαι δ’ οὐδὲν ὑπ’ οὐδενός, καίτοι κἀμοί τινές εἰσιν ἐχθροί, ἥττους μὲν ἢ τούτῳ τῷ φιλαπεχθήμονι, εἰσὶ δ’ ὅμως, οἶ μὲν ἐφ’
οἶς ἐκωλύθησαν ὑπ’ ἐμοῦ λελυπημένοι, οἱ δὲ πρὸ ἐμοῦ τετάχθαι θέλοντες, οἱ δὲ φθονοῦντεςι ἀλλ’ οὐδὲ σκιὰν εὑρίσκουσιν ἐγκλήματος, ἆρά γε ἀδοκίμαστος εἶναί σοι δοκῶ;
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.