ὁδοποιεῖ καὶ νόμον καινὸν τίθησιν ἄξιον καὶ τοῦτον γραφῆς παρὰ μίαν ψῆφον ἀποθνήσκειν ἢ στεφανοῦ- σθαι τοὺς κριθέντας. καὶ ποῦ τοιοῦτός ἐστι νόμος; ἐν Ι Λοκροῖς ἐν βρόχῳ νομοθετοῦσιν οἱ ῥήτορες. καί- 1 περ ἐνὸν τῷ μεγέθει τοῦ δέους ἀντίρροπον εἶναι τὴν
ἐὰν κρατήσῃ χάριν, οἱ δὲ τοῖς ἐξελκύσασιν ἐκ τοῦ κιν- δύνου τὴν κεφαλὴν οὐ περιάπτουσι στέφανον μετὰ τὸν βρόχον, στέργει δὲ ὅτι ζῶν ἄπεισι. καὶ οἶ παρ’ ἡμῖν 2 3 νόμοι μετὰ τὰς ἀφέσεις τῶν ἠγωνισμένων οὐκ αὐτοῖς τιμὴν ἐπιμετροῦσιν, ἀλλ’ ἐπιτίμια τοῖς οὐχ ἑλοῦσιν ἐπωβελίαν καὶ πρυτανεῖα, κἂν μηδὲ λάβῃ τὸ πέμπτον μέρος, ἠτίμωται. ταῦτα δ’ εἰ μὲν ὦφλον οἱ σοῦ
κατηγορήσαντες, δύο κεκάρπωσαι, καὶ τὸ μηδὲν αὐτὸς παθεῖν καὶ τὸ τοὺς ἐχθροὺς ἐπιδεῖν· εἰ δ’ ἀπηλλάγη- σαν ἀζήμιοι, ὅρα μὴ οὐ συκοφαντίαν αὐτῶν οἱ δικα- σταὶ κατέγνωσαν, ἀλλὰ σοὶ τὰς αἰτίας μετεστρέψαντο. καὶ πῶς ἂν ἔχοι λόγον, <ἐν> οἷς τοῖς ἡττᾶσθαι
σιν οὐ δ’ ἡτισοῦν γέγονε βλάβη, σὲ δωρεὰν κομίσασθαι πρὸς τῷ νενικηκέναι;
μικρὰ τοῦ περὶ τηλικούτων ὑπονοηθῆναι; σὺ μὲν ταῖς καθ’ ἡμέραν Καδμείαις νίκαις γαυριᾷς, ἐγὼ δὲ καὶ] προσκυνῶ τὴν Ἀδράστειαν· ἀντίθες γὰρ δὴ τὸν ἐμὸν τὸν ἀνεξέταστον βίον. οὐ μεῖζον, οὐ μικρότερον ἔσχον ἔγκλημα. ἀρετῆς δὲ αὐτὸ τὸ μὴ κριθῆναι κρίσις, τὸ
καθαρεύειν ψόγου, τὸ μηδ’ ἐγγὺς ὑπονοίας ἀδίκου γενέσθαι ποτὲ καὶ ταῦτα στρεφόμενον ἐν τοῖς πολι- 4 5 τευομένοις.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.