βέλους μείνας οὐ θαυμαστὸν εἰ μὴ τέτρωται· εἰ δ’ ὁμόσε τοῖς δεινοῖς ἰὼν ὑποτιθεὶς τὸν ἴδιον κίνδυνον δήμου θορύβῳ, συκοφάντου φθόνῳ, τύχης καιρῷ ἄτρωτός εἰμι ταῖς διαβολαῖς οὐχ ἧττον ἢ τὸν Αἴαντα 1 2 τῷ σιδήρῳ λόγος, πῶς οὐ σεμνὸν τοῦτό γε; καὶ περὶ Μιλτιάδου μὲν ἔσχον ὅ τι εἴπωσιν οἱ βάσκανοι, καὶ κλοπῆς ᾐτιάσαντο τὸν ἄδωρον Περικλέα καὶ Θρασύ- βουλον παρανόμων τὸν ἀποδόντα τῷ δήμῳ τοὺς νό-
μους· ἐμὲ δέ, καὶ μή μοι φθόνος ἀπαντήσαι μηδείς, οὐκ ἐχθρὸς εἰς ἀγῶνα κατέστησεν, οὐ νόμος, οὐ φθό- νος, οὐ συκοφάντης, οὐ λογογράφος οὐ φήμη πλὴν ἡ καλλίστη περὶ ἐμέ. ἄχραντος αἰσχρῷ λόγῳ καὶ κρείτ- των τοῦ τοῖς εὐδοκιμοῦσιν ἀκολουθοῦντος φθόνου.
γὰρ ἐτόλμησε τὴν ἐναντίαν φωνὴν ἀφεῖναι; τίς διᾶραι τὸ στόμα πολλῶν μὲν ὑπ’ ἐμοῦ ψηφισμάτων εἰσενη- νεγμένων, οὐκ ὀλίγων δὲ χρημάτων διῳκημένων; πόσοι νόμοι; πρεσβεῖαι πόσαι; ἔργων ἐπιστάτης, νεωρίων ἐπιμελητής, οὐδὲν ὅ μὴ μόνος.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.