κήσαντες μὲν οὐδέν, τὰς δὲ τούτων παρανομίας καὶ βίας ὑπομένοντες. ἐπεὶ πόσα | πρὸ ταύτης τῆς 1 συμφορᾶς αὐτοὺς μηχανήσασθαι πυνθανόμεθα; πόσα δὲ τῶν εἰς σωτηρίαν εὑρεῖν ἂν ἐρήμους βιαίως παρα- τηροῦντας εἴ πως ἄρα ἐκπλεῦσαι λάθοιεν, ναυαγίαν
γὰρ μᾶλλον ἢ πολιορκίαν ἐβούλοντο, τὰ σιτία οὐ 2 μέχρι τῆς χρείας, ἀλλ’ ὥστε ἀποζῆν διαμετροῦντας, διερευνωμένους τοὺς πολλοὺς τὰς τῶν δυνατωτέρων οἰκίας, εἴ τῴ τι πλέον ἦν, ἰσομοιρίαν τούτου ποιοῦντας; τὰ γὰρ ἴδια ἑκάστου συμφερόντως οὕτω διῃροῦντο.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.