μῦθοι καθαροί, καὶ τὰ σώματα ὁσίως κέκρυπται. ὤφειλε τοιαύτης γενέσθαι καὶ ἡ Ποτίδαια συμφορᾶς. νῦν δ’ 1 2 3 οὐδὲν μέρος ἔχει τοὺς ἀποθανόντας, οὐ θάλαττα, οὐ γῆ, ἀλλά, τοῦτο δὴ τὸ δεινότατον, ἐπὶ γῆς πεσόντες οὐκ εἰσὶν ἐν γῇ, οὐδ’ ἡ δεξαμένη πόλις τὰ σώματα κατέσχεν, ἀλλὰ πάντα ἀναμέμικται, οἱ ζῶντες, οἱ τελευ- τήσαντες.
τίς γὰρ ἂν ὑποδέξαιτο ἰδιώτης ἢ πόλις τοὺς τοιούτων μιασμάτων μεστούς; τίς δ’ ἂν ἀλῶν καὶ τραπέζης κοι- νωνήσειε μετὰ τὰς Ἀθηναίων τραπέζας; ἐμοὶ μὲν γὰρ οὐδ’ ἂν θάψαι τις δοκεῖ μηδένα εἰδὼς ἐν Ποτιδαίᾳ τραφέντα.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.