ἀποστροφὴ τοῦ κακοῦ, καὶ ἔλεον μέν τινα καὶ ταῦτα εἶχε καὶ πολλοὶ τῶν γευσαμένων ὧς ἐπ’ ἀνθρώποις ὠλοφύροντο, ἐτολμήθη γοῦν ταῦτα πρῶτον, ἀλλ’ ἐπεὶ πάντων ἐπίλειψις ἦν καὶ ὁ λιμὸς εἶχεν αὐτοὺς μόνος, σωτηρία δ’ οὐκ ἦν οὔτε παρὰ τούτων οὔτε ἔνδον, ἀλλ’
οἱ μὲν προσήδρευον, οἱ δὲ ἠπόρουν, πολλοὶ δ’ ἀπο- ψύχοντες εἰς γῆν ἔπιπτον, τότε δὴ καὶ ταύταις ταῖς τροφαῖς ἐπετίθεντο, οἱ μὲν ἐπὶ τοὺς κειμένους ὡς ἑτοίμους τρεπόμενοι, οἱ δ’ ὅπως δύναιντο λοιπὸν ἐπι- χειροῦντες ἀλλήλοις, οἶ μᾶλλόν τι δυνάμεως ἔχοντες 1 2 τοῖς ἀσθενεστέροις. καὶ ὅντινα πρῶτον ὁ λιμὸς παρο- ξύνειεν, οὗτος ἐτόλμα τὴν τροφήν. καὶ ὁ προλαβὼν τὸν μέλλοντα εἶχεν. αὐτοκράτωρ γὰρ οὖσα ἡ συμφορὰ πρὸς τὴν ἀπόνοιαν ἤγειρε.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.