ἱκέτευον <καὶ> ἐδέοντο μηδὲν νεωτερίζειν περὶ πόλιν, ἐᾶν <δὲ> τὸν ἐνόντα κόσμον τῆς πολιτείας. ὡς 1 2 3 4 οὐδὲν εὑρέσθαι χρηστὸν οἷοί τ’ ἦσαν, ἀλλ’ ἔπλεον ἐξ Ἀθηνῶν τριήρεις καὶ οἱ τὰς ἀρχὰς καὶ τὰ τείχη κατα- λύσοντες καὶ ἠπειλοῦντο ἀπειλὰς τὰς φρικωδεστάτας, ὅτι δὴ μὴ παραχρῆμα μηδ’ εὐθὺς ἐπείσθησαν αὐτοῖς
κελεύουσιν, ὁ δὲ κίνδυνος ἦν αὐτοῖς περὶ ἀνδραποδι- σμοῦ καὶ ἀναστάσεως τῆς πατρίδος, τότε δὴ προσβια- σθέντες οἱ δυστυχεῖς ἐφ’ ἡμᾶς τοὺς πατέρας κατέφυ- γον, ἐπὶ τὴν ἐκπέμψασαν αὐτοὺς πόλιν, ὡς μόνην ταύτην σωτηρίαν ἕξοντες.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.