ὁμολογοῦμεν. ἢ τί πράττειν ἐχρῆν; παῖδας ἱκέτας μὴ δέχεσθαι; βίαν δ’ οὕτως ὠμὴν ἐᾶν; πολιορκίαν δ’ ἄπορον καὶ τροφὰς ἀπανθρώπους οὐ προσεδοκῶμεν 1 ἔσεσθαι. ἀλλ’ οὐκ εἰς | μακρὰν ταῦτα πάντα ἧκεν ἀθρόως τὰ δεινά. καὶ οὕτως ἠγανάκτησαν οἱ χρηστοὶ
ὧς οὐδ’ ὅτε ἡ πόλις αὐτοῖς ὑπὸ τῶν βαρβάρων ἐνε- πρήσθη. οὔκουν ἔχουσί τινα εἰπεῖν τότε τοιαύτην πολιορκίαν. ἀλλὰ καθαρὰ μὲν ἡ βασιλέως γῆ τοιούτων 2 3 4 μυσῶν, ἐμπέπλησται δὲ ἡ Ἑλλὰς κακῶν καὶ μεμίανται.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.