οὐδὲν φανερὸν ἐπάγειν ἔχοντες, εἴγε μὴ ἔγκλημά ἐστιν ἐλευθερίας ἐπιθυμεῖν τοὺς ἐξ ἀρχῆς ἐλευθέρους ὑποψίας δέ τινας καὶ ὑπονοίας λέγοντες. ἀφ’ ὧν γὰρ περὶ Κέρκυραν ἀδικήσασιν αὑτοῖς συνῄδεσαν, οὐδὲ τὴν Ποτίδαιαν ἀσφαλῶς ἔχειν ἡγοῦντο. ἐβούλοντο δὲ καὶ
ἡμᾶς τοὺς Κορινθίους λυπεῖν, ὅτι Κερκυραίων ἡμᾶς ἀπεστερήκεσαν, ἄλλων ἀποίκων. τοῦτο γὰρ δὴ καὶ τὸ καινότατόν ἐστιν· ὧν ἠδίκουν αὐτοὶ δίκας ἀπῄτουν ὡς ἀδικούμενοι.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.