ἢ εἰ παρ’ ἡμῶν αὐτῶν τῶν Κορινθίων φόρους ἐπράτ- τοντο. ἡ γὰρ εἰς τοὺς ἀποίκους ὕβρις ἐπὶ τοὺς ἐκ- πέμψαντας εἶχε τὴν ἀναφοράν. ἀλλ’ ὅμως οἱ τοιαῦτα ὑβριζόμενοι καὶ προπηλακιζόμενοι τὴν ἡσυχίαν ἤγομεν, ἦγον δὲ καὶ οἱ Ποτιδαιᾶται παρὰ τὴν αὑτῶν ἀξίαν 10 δεδουλωμένοι. τοὺς φόρους ἀπέφερον, ἐκρίνοντο παρὰ τούτοις [οἱ Κορίνθιοι], τὰς ἐπιβαλλομένας ἐστρατεύοντο. ἀλλ’ ἔνα μὴ καθ’ ἕκαστον λέγω, προθύ- μως ἠτύχουν.
καὶ τοῖς Ποτιδαιάταις ἐγένοντο οὗτοι; καὶ τί τοὺς ἀνθρώπους αὐτῶν ἀπέστησε; τὸ μηκέτι μηδ’ ὡς τοῖς ἄλλοις ὑπηκόοις ἐθέλειν αὐτοῖς χρῆσθαι, περιττότερα δ’ ἐξευρίσκειν ἐπιτάγματα. ταῦτα δ’ ἦν τίνα; τοὺς ἐπι- δημιουργοὺς μὴ δέχεσθαι, τὰ τείχη καθαιρεῖν, ὅλως 3 4 5 6 ἀνηρῆσθαι. πῶς γὰρ | ἂν οἰκοῖτο πόλις ἡ μήτε 7 ἄρχουσι, τοῖς ἑρμηνεῦσι τῶν νόμων, χρωμένη γυμνή τε οὖσα τειχῶν καὶ ταῦτα ἐν Θρᾴκῃ; καθ’ ἑκάστην γὰρ δήπουθεν ἡμέραν ἐξῆν ἂν τοῖς Θρᾳξὶ βαδίζειν ἐπὶ τὴν πόλιν.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.