καὶ πικρὰν κατεστήσαντο τὴν ἀρχὴν ὡς σφόδρα εἶναι τὰ τῶν βαρβάρων φιλάνθρωπα. τί γὰρ αὐτοῖς τῶν ἀνηκέστων τε καὶ δεινῶν πρὸς τοὺς ὑπηκόους οὐ πέ- πρακται; οὐ φόρους ἐπέβαλον; οὐ ναῦς παρείλοντο; οὐ τὰς ἐν ταῖς πόλεσι δίκας εἰς αὑτοὺς μετέπεισαν; ὢ 1 2 πόσους ἀπολωλέκασι τοῖς μὲν ἔνδειαν φόρων, τοῖς δ’ ἔκλειψιν στρατιᾶς, τοῖς δ’ ἄλλοις ἄλλα ἐγκαλοῦντες. τὰς κληρουχίας ἀφίημι, τὰ τῶν στρατηγῶν ἴδια κέρδη οἷς ἄλλοι δίδονται φόροι.
μάτα ταῦτά ἐστι, μᾶλλον δὲ ἀσεβήματα, τὸ γὰρ εἰς πόλεις Ἑλληνίδας καὶ θεοὺς Ἑλληνίους παρανομῆσαι τίνος ἔλαττον ἀσέβημα ἡγεῖσθε; ἀλλ’ ἐπειδὴ ταῦτα αὐτοῖς συγκεχώρηται, θεάσασθε οἵα ἐπενεανιεύσαντο. ἀλλὰ Ποτίδαιαν ἡμεῖς Ι ἀπῳκίσαμεν ἐπὶ τοῖς ἴσοις 3 καὶ ὁμοίοις τά τε αὑτῶν νόμιμα δόντες καὶ καθ’
ἕκαστον ἔτος τοὺς ἐπιδημιουργοὺς ἐκ Κορίνθου πέμ- ποντες. καὶ γάρ, εἰ τῷ τόπῳ διήλλαττον, ἀλλ’ ἕν ἦσαν γένος. καίτοι καὶ τὸ χωρίον ἀτεχνῶς ἀπείκαστο πρὸς τὴν Κόρινθον. ὥσπερ γὰρ ἡμεῖς τῆς Πελοποννήσου
τὸν ἰσθμὸν ἔχομεν. οὕτω τῆς Παλλήνης ἐκεῖνοι.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.