λίθοις ἤδη βάλλεσθαι ὑφ’ ὑμῶν ἀξιῶ. δυστυχῶ δὲ θανάτου καὶ προσαγγελίας ἄξια καὶ πάντων δικαιότερός <εἰμι> x ἀπολαύειν τούτου τοῦ νόμου ὃν πάντων 1 2 3 ὑμῖν μᾶλλον ἐπαινῶ τῶν νόμων, ὅτι τοὺς ἀνθρώπους ἀποθνήσκειν βούλεται.
ἐρωτᾷ καὶ τὸν νόμον ἐφ’ ἑτέροις κεῖσθαί φησιν ἀτυχή- μασιν. εἶτα οὐκ εἰκότως μισάνθρωπος ἐγενόμην; εἶτ’ οὐ δικαίως ἀποθνήσκειν βούλομαι καὶ τῆς μετ’ ἀν- θρώπων ἀπαλλᾴττεσθαι κοινωνίας; βασκαίνεις ἀποθα- νεῖν βουλομένῳ; φθονεῖς μοι τοῦ θανάτου; μὴ γὰρ
στέφανον ἢ δωρεὰν αἰτῶ παρὰ τοῦ δήμου; μὴ γὰρ σιτήσεως ἢ τιμῆς τινος βούλομαι τυχεῖν; σὺ δὲ ἀπό- θνησκε παρελθὼν καὶ συνήγορον ἔξεις Τίμωνα, καὶ τὸ κώνειον εἰ βούλει παρ’ ἐμοῦ λαμβάνειν καὶ δήμιον ἐπιγράφεσθαι Τίμωνα, διακονεῖν ἀντὶ παντὸς ἔσται 4 μοι.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.