τί δὲ φιλίας δίκαιον, τί δέ, ὦ κακὴ κεφαλή, κερδαί- νων περιεῖναι Τίμωνα βούλει; συγγενής εἰμί σοι; ἀδελφός; ἑστιάσεως ἐκοινώνησά σοι; θυσιῶν; πανηγύ- ρεων; οὐκ ἄνθρωπος μὲν ὑπάρχεις, μισάνθρωπος δ’
ἐγώ; μὰ τοὺς θεούς, οὐδ’ εἰ Ἀλκιβιάδης ἀντελαμβά- νετο παρών, ἠνεσχόμην ἂν τὸ πρᾶγμα. προτιμότερα γάρ μοι τοῦ Κλεινίου παιδὸς τὰ τοῦ θανάτου παιδικὰ Φαίνεται.
σθαι, πρὸς θεῶν, οὐ προσαγγελίας καὶ θανάτου ἄξιον εἶναί σοι δοκεῖ; τὸ δὲ εἰς ἄστυ κατ’ ἐλθεῖν ὅλως, τὸ δὲ εἰς ἐκκλησίαν παρελθεῖν ὅλως καὶ τοσούτους ὁρᾶν ἀνθρώπους καὶ τοσούτων ἀνέχεσθαι οὐ μυρίων ἄν μοι πρόφασιν παράσχοι θανάτων; αὐτὸ δὲ τὸ δεῖσθαι
προσαγγελίας καὶ τὸ μηδὲ αὐτόν τινα κύριον ἑαυτοῦ τυγχάνειν οὐκ ἀγχόνης ἄξιον τῷ σωφρονοῦντι;
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.