αὐτῷ πρὸς τὴν χορείαν ἀρκοῦσιν, ὁ δὲ εὐδαίμων Σει- ληνὸς ὁ τὸν Διόνυσον πολλάκις ὑπὸ τῷ τρίβωνι πε- ριπτυξάμενος παρακολουθεῖ κωμάζων ὁ σοφὸς Σωκρά- της. πολὺς δὲ καὶ πανταχοῦ τῆς Ἑλλάδος ὁ θεός. καὶ τὸν Ὀλύμπιον δὲ καὶ] οὗτος εὐτυχεῖ πρὸς γένους καὶ
πολιτειῶν, ὥσπερ φασὶ πρότερον τὸν θεὸν τὸν μυστι- κὸν βακχεύοντα καὶ δᾳδουχοῦντα καὶ τὰς ἐξ ’Ανακτό- ρου λαμπάδας αἰωροῦντα. ἀλλ’ οὐ θεός, ἀλλ’ ἄνθρω- πος Ἀλκιβιάδης. ἀλλ’ ’Αλκιβιάδης. ἀλλ’ ἐξ Ἱππονίκου καὶ τῆς μεγάλης οἰκίας καὶ Μεγακλέα καὶ Κλεινίαν
καὶ τὸ πρὸς μητρὸς Περικλέα καὶ τὴν Δεινομάχην αὐχῶν.
νος καὶ ῥήτωρ ἄριστος καὶ δημαγωγὸς καὶ στρατηγὸς παρευδοκιμῶν ἤδη καὶ τὸν Νικίαν καὶ μείζω Περικλέ- ους ἀξιῶν φρονεῖν καὶ τὸν Ὀλύμπιον δεύτερον ἀπο- φαίνων τῷ μεγέθει τῶν ἐγχειρημάτων καὶ κάλλιστος ὑπὲρ τὸν Νιρέα καὶ τὸν ἐκ Θετταλίας ἐκεῖνον ὅν
Ὅμηρος εἰς ὥραν τὰ πρῶτα ἐπαινεῖ, ἀλλ’ ἄνθρωπος Ἀλκιβιάδης, ὦ κακόδαιμον Τίμων, δυσμενὴς ἐκ προσ- ηγορίας. σὺ δ’ ἐξέστηκας καὶ μελαγχολᾷς· δεῖ σοι κωνείου.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.