τοῖς ἄνθεσι πρὸς κόσμον ἀνθοῦσαι, ὀφθαλμοὶ δ’ ἀφιᾶσι βολὰς ταῖς ἡλίου μαρμαρυγαῖς ἁμιλλωμένας γαῦρον ἤδη καὶ προσηνὲς ὁρῶντες, καταλάμπονται δὲ παρειαὶ ταῖς γλήναις αὐτῷ, τὸ δ’ ἐρύθημα τοῦ προσ- ώπου τῷ τῶν λαμπάδων ἀνταστράπτει πυρί, γέλως
δὲ τοῖς χείλεσιν ἐπανθεῖ. χορεύει δ’ ἴσα τῷ θεῷ δι- άδετος μὲν ταινίαις καὶ τοῖς στεφάνοις τὰς κόμας, πο- δήρει δὲ ἀστράπτων χιτῶνι καὶ καταπάστοις ἁλουρ- 2 3 γήμασιν ἐμπρέπων καὶ πολὺν ἄκρατον ἐπιχέων παν- ταχοῦ.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.