τᾶι τὴν τελευτὴν ἐν τοῖς δεσμοῖς ὁ πατήρ, οὐκ αὐτὸν εὐθύς με δεήσει δεδέσθαι; πάνυ γε. τί οὖν δεινόν, εἰ ἀντὶ τοῦ τρισὶν ὕστερον ἡμέραις τήμερον τοῦτο ἔσται; ὅτι πονηρός, φησίν, ἐξελήλεγκται καὶ τὸν δῆμον ἠπατηκώς. οὐκοῦν ἐζημίωται διὰ τοῦτο χρήμασι, τὸ
1 2 δεδέσθαι δὲ ἐκ τῆς ἀπορίας γέγονεν. εἰ γοῦν ἦν εὐθὺς ἐκτίσαι, οἴκοι ἂν ἦν, ἀλλ’ οὐκ ἐν τῷ δεσμωτηρίῳ. οὕτω χρήμασιν, οὐ δεσμῷ κεκόλασται. μένει τοίνυν ἐν ἐμοὶ τὸ ὄφλημα. τοῦτο δέ ἐστιν ὀφείλειν ὑμῖν Μιλτιά-
δὴν καὶ ζῶντα καὶ τετελευτηκότα.
οὐδὲν ἠδίκηκεν ἐπιδείξω, κατέγνωσται. οὐ μὴν ἀλλ’, εἰ βούλεσθε, μικρὰ καὶ περὶ τούτου διαλέξομαι τοῦ μέρους, ἴν εἰδῆτε τὸ ῥᾳδίως πείθεσθαι τοῖς παροξύνουσιν οἷόν ἐστι.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.