δὲ οὐκ ὀρθῶς. διὰ τί γάρ; τῶν ἀτίμων ἦν ἢ τῶν ἐλαυνομένων ἢ τῶν μισουμένων ἢ τῶν οὐδὲν γεν- ναῖον εἰργασμένων ἢ τῶν ἐφ’ οἷς ἔπραξαν οὐκ ἐπαι- νουμένων; εἰ γὰρ καὶ τῶν φαυλοτέρων πρότερον ἦν, οὐκ ἂν ὑπὸ τοῦ Μαραθῶνος ἐγένετο βελτίων;
νῦν δὲ ὢν εἴπερ τις φιλόπολις καὶ κατωρθωκὼς ἃ μηδεὶς ἂν προσεδόκησε καὶ θαυμαζόμενος ὡς οὐχ ἕτερος αὐτὸς ἂν αὑτὸν ἀπώλλυ καὶ κακοῖς καλὰ διέ- φθειρε τοῖς δευτέροις τὰ πρῶτα; μαινομένου ταῦτα 1 καὶ παραφρονοῦντος.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.