λύσετ’ οὖν ὅν ὁ θάνατος λύσει καὶ χαριεῖσθε τοσοῦ- τον ὅσον μὴ ἐκ τοῦ δεσμωτηρίου γενέσθαι τὴν ἐκφο- ράν, ἀλλ’ οἴκοθεν, ὅθεν ἐξελθὼν ἐκεῖνος κατεγέλασε τῶν δεσμῶν οὓς ἐκόμιζον ἐν ταῖς ναυσὶν οἶ τοῦ Δα- ρείου σατράπαι. οὐκοῦν οὐδεὶς Ἀθηναίων μετ’ Ἐρε-
τριέων ἐδέθη. τοῦτ’ ἱστᾶι ἡ χάρις ἄδετον αὐτὸν | 1 ἀποθανεῖν, ἐπὶ τῆς πατρῴας κλίνης ἀφεῖναι τὴν ψυχὴν τῆς θυγατρὸς αὐτῷ καθαιρούσης τοὺς ὀφθαλμούς, οὐ γὰρ δὴ τοῦ παιδός γε τοῦ δεδεμένου.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.