ἔχειν, εἰ τὰ αὑτοῦ μᾶλλον ἢ τὸ κοινὸν αὔξειν ἤθελεν. 2 3 4 5 ἀλλ’ οὐκ ἦν, οἶμαι, τῆς Μιλτιάδου ψυχῆς ἐκκαρποῦ- σθαι τὰ ὑμέτερα, ἀλλ’ ἕνα ἡγεῖτο πλοῦτον αὑτοῦ τὸ τὴν πόλιν μείζω τοῖς ὅπλοις ποιεῖν. διὰ τοῦτο ὅ τῶν πενομένων ἐστὶ πέπονθε, δέδεται. εἰ δ’ ἦν αὐτῷ θεῖ- 5 ’ναι, δοκεῖ ποτ’ ἂν ὑμῖν ἑλέσθαι δεθῆναι μᾶλλον ἢ θεῖναι; βεβόηται αἰ Μιλτιάδης ἀπὸ τοῦ Μαραθῶνος, οἶδα τοῦτο καλῶς, ἀλλ’ ἕτερόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, νίκην ἀνελέσθαι μαχόμενον καὶ τίμημα ἐκτίσαι δύ- νασθαι.
κοινῶν ἅπτηται πάλιν παρὰ τοῦ λελύσθαι νομίζων αὑτῷ καὶ τὴν εἰς ταῦτα ἐξουσίαν δεδόσθαι; ὁ δὲ μά- λιστα μὲν οὐδ’ εἰ σφόδρα ταῦθ’ οἶός τε ἦν ποιεῖν, δοκεῖ μοί ποτ’ ἂν ἑλέσθαι μεμαθηκὼς ἱκανῶς ὧς τὸ τὴν ἡσυχίαν ἄγειν καὶ τὰ αὑτοῦ πράττειν ἄμεινον·
νῦν δ’ εἰ καὶ λίαν ἄτοπός τις εἴη καὶ τῶν αὐτῶν ἑρ- 6 7 μάτων ἐπιθυμοίη καὶ ναυαγίας δευτέρας, μέγα τὸ κω- λύον ἔξει.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.