θεῶν τις ἦν ὁ πράττων ὅμοια τοῖς τότε, χαίρων ἂν 1 2 3 ἀπέθνησκον, ἔνα μὴ Μιλτιάδης· ἐπεὶ δὲ ὁ τοῦτο μὲν παρέξων οὐκ ἔστι, τῶν δὲ περὶ τὸν δεσμὸν ὑμεῖς κύριοι, δότε μοι τὴν χάριν ἧς καὶ τῷ κοινωνῆσαι δόξης ἀπο- λαύσετε. μὴ γὰρ οἴεσθε τῇ μὲν Μιλτιάδου στρατηγίᾳ τὴν πόλιν ἐνδοξοτέραν γεγενῆσθαι, τὸν δεσμὸν δὲ
τοῦτον οὐκ εἴσεσθαι τοὺς ἐσομένους, ὅτι ἡ πόλις ἡ τῶν Ἀθηναίων πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ νέων ταῖς ὑπὲρ τῶν πατέρων ταλαιπωρίαις κεκόσμηται. καὶ γὰρ εἰ εἷς ὁ Κίμων, ἀλλ’ ὅλης τῆς ἡλικίας ἔσται τὸ ἐγκώμιον.
καὶ ὑμεῖς σεμνότεροι, πῶς τοῖς οὐκ ἐῶσι ταῦτα οὕτω πραχθῆναι προσέξετε; οὐδὲ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν ὅτι Μιλτιάδου μὲν δεδεμένου λήψεσθε τὰ χρήματα, Κίμων δ’ εἰ δεθείη, στερηθήσεσθε. οὐδὲ γάρ, ἂν ἀμ- φοτέρους δήσητε καὶ πρὸς ἡμῖν γε τὴν ἀδελφὴν τὴν
ἐμήν, τούς γε οὐ δυναμένους ποιήσετε δύνασθαι. ἴστε γὰρ δή, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ ἡμέτερα καὶ ὡς οὐδέν ἐσμεν λαμπρότεροι τῶν γειτόνων οὔτε ταῖς οἰκίαις οὔτε κατὰ τἄλλα.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.