νον καὶ τῆς πόλεως καὶ τῆς Φύσεως. νομοθετεῖ δὲ αὕτη ταῦτα καὶ τοῖς θηρίοις. καὶ ὁρῶμεν δὴ τῆς θεοῦ καὶ ἐν ἐκείνοις τοῖς γένεσι τὴν ἰσχύν. ᾗ πειθόμενος Πύλιός τις νεανίσκος ἐπὶ τὸν πατέρα πληγὴν φερομέ- νην ἰδὼν τῷ στήθει ταύτην δεξάμενος ἐκείνῳ μὲν
ἔδωκεν οἴκαδε ἐπανελθεῖν, αὐτὸς δὲ ἐν πολεμίᾳ γῇ κείμενος ἀείμνηστον ἔχει τὸ κλέος. τοῦτο καὶ αὐτὸς ἂν ἐν ὁμοίοις κινδύνοις ἐποίησα καὶ οὐκ ἂν ὤφθην κακίων ὁ Ἀθηναῖος τοῦ Πυλίου. ὑπὲρ οὗ οὖν τὴν 1 ψυχὴν I εἰκότως ἂν προείμην, ἐνὸν ζῶντα ἐφε-
λεῖν τοῦ σώματος ἐν ἀνάγκῃ δεσμοῦ φείσομαι;
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.