ῥήματος τὰς ἀρχὰς εἰληφότες. δικαστήριον δὲ ὁρᾶν καὶ δικαστὰς καθίζειν καὶ καλεῖν ἐπὶ τὸν οἶκον τῶν μικρῶν τούτων οὐκ ἐδίδου τὰ μείζω καιρόν, πυκνὴ γὰρ ἡ διαδοχὴ τῶν φροντίδων καὶ πόνων. καὶ παρε- δίδου σε τὰ βουλεύματα μὲν ἔργοις, ἔργα δὲ πάλιν 1 2 βουλεύμασι, καὶ ἐῴκεις νηὶ κῦμα τὸ μὲν διαφευγούσῃ, πρὸς δὲ τὸ μαχομένῃ. καὶ ἦν ἀνάγκη τοὺς μὲν ἐρωτᾶν, τοῖς δὲ ἀποκρίνεσθαι, τοῖς δὲ προστάττειν, τοὺς δὲ καλεῖν, τοὺς δὲ ἐκπέμπειν, καὶ τοῖς μὲν ἐπιτιμᾶν, τοὺς δὲ ἐπαινεῖν, τοῖς δὲ πιστεύειν, τοῖς δὲ ἀπιστεῖν, τοὺς
μὲν ὑφορᾶσθαι, τοῖς δὲ θαρρεῖν, τοῖς μὲν ἅπερ ἐφρό- νεις λέγειν, πρὸς δὲ τοὺς ἀπάτῃ χρῆσθαι. καὶ οὐδεὶς ἂν ἐξαριθμήσειεν ἃ τότε σου τὴν γνώμην καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰ ὧτα ἐζήτει. ᾧ τοίνυν οὐκ ἐνῆν ὑπὸ πλήθους τῶν περιεστηκότων πραγμάτων οὐδ’ ἀναπνεῖν,
τούτῳ προσῆκε προστιθέναι φορτίον, λόγους ἀναβολὴν δεχομένους; καὶ τοῖς οὐκ ἐπείγουσι τὰ κατεπείγοντα βλάπτειν ἔδει; καὶ τίς οὐκ ἂν ἔφησέ με μηδὲ καιρὸν εἰδέναι;
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.