τῷ καιρῷ χρῶμαι. οὐδὲ γάρ, εἰ παλαιστὴς ὢν ἐτύγχανέ μοι Θεμιστοκλῆς, εἶτ’ | ἐν τῷ τῆς ἀποκηρύξεως 1 ἠγωνίζετο χρόνῳ, ἐγὼ δ’ ἐθεώμην, ὁ δὲ ἐπηνεῖτο μέν, οὔπω δὲ εἶχε τὸν στέφανον. εἰσελθὼν ἂν εἰς τὸν ἀγῶνα τὴν ἀποκύρυξιν ἔλυον πρᾶγμα ἐμβαλὼν πολὺ
τῶν ἐν ταῖς χερσὶ κεχωρισμένον, ἀλλὰ τοῦτ’ ἂν εἰκό- τως ἐποίουν ἐπὶ τῷ κηρύγματι. τοῦτ’ οὖν καὶ νῦν ἐπὶ τῷ στεφάνῳ ποιῶ, στέφανον γὰρ ἔγωγε καλῶ σὸν τὸν βασιλέως δρασμόν.
ποτέ. οὐ γὰρ τὸ παρ’ ἐμοῦ σε γεγονέναι δύναται λυ- θῆναι νόμῳ, ἀλλὰ κἂν πάντα συγχυθῇ, Νεοκλῆς σε γεγέννηκεν, ὦ παῖ, καὶ τοῦτο οὐκ ἂν ἄλλως σχοίη ποτέ.
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.