τριήρεις δὲ πλεούσας δι’ ὀρῶν μέσων, τὸν τὰ τῶν νεφῶν πρὸς τὸν ἥλιον ἐργαζόμενον τοῖς βέλεσι, σὺ τοῦτον ἀνέστησας μὲν ἐκ τοῦ θρόνου ναυμαχῶν, ἠνάγ- κασας δὲ πλεῦσαι τὸν τοῦ τρέμοντος πλοῦν.
τοῖς ἀνέμοις χάριν, ἴσθι δὲ καὶ τῇ τοῦ πατρὸς ὀργῇ. 1 2 3 καὶ νόμιζε σπέρμα τούτων γενέσθαι τὴν ἀποκήρυξιν. ἢν ὥρα πεπαῦσθαι. οὐ γὰρ ἀπὸ τῶν πρώτων ἔδει, RIV 385 φησίν, ἢ | δευτέρων ἢ τρίτων; πάνυ γε. καὶ παρ’ ἐμοί γε ἐπέπαυτο καὶ τῇ ἐμῇ ψήφῳ μετῆν σοι
τῆς οἰκίας. ἔχαιρον γὰρ ἐφ’ ἑκάστῳ καὶ ἡβρυνόμην, ὥσπερ ἂν εἰ παρ’ ἐμοῦ ταῦτα ἐξιὼν ἔπραττες, καὶ πρὸς τοὺς συνήθεις ταῦτ’ ἔλεγον· ὁ παῖς μοι νενίκηκε, καὶ πάλιν· ὁ παῖς μοι κεκράτηκε. τοὐμοῦ παιδὸς ὁ μέγας ἥττηται στόλος. εἶπεν οὖν οὑμὸς υἱὸς
καὶ πέπεικε. πείσας τὸ ἔργον προσέθηκεν. εὔ- δαιμον ἀπέφηνε τοῖς κατορθώμασι τὸ γένος.
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.