καὶ ἐπέπληττεν αὐτὸς αὑτῷ καὶ τὰ μὲν ἔπειθε, τὰ δὲ οὐκ ἴσχυεν, ἀλλὰ νῦν μὲν ἐκράτει, νῦν δὲ ἐκρατεῖτο. καὶ πάλιν νικῶν ἠλέγχετο πάλιν καὶ πολλάκις ἑκάτερον, ὦ δικασταί, τελευταῖον δὲ εἶξεν. οὐκ ἀντέσχεν. ἀπεῖ- πεν. ἔκαμε μαχόμενος τοσούτῳ θεῷ. συνεχώρησε τῷ
πεφυκότι κρατεῖν. προσῆλθεν. ἔδρασε. δράσας ᾐσχύνετο. κατηγόρει τῶν πεπραγμένων. οὐκ εἶχεν ὅστις γένηται 1 2 3 λογιζόμενος πῶς μὲν ἐμέ, πῶς δὲ τοῦτον ὄψεται.
Declamatio 7. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.