ὑπερβὰς δὲ καὶ τὸ δι’ ἑτέρων τινῶν δίκην λαβεῖν ὄν- των μυρίων. ἆρ’ ὑμῖν οὐκ ἠδικῆσθαι δοκῶ; ἆρ’ οὐκ ἐπεξιέναι δικαίως; ἆρ’ οὐ πολλῷ τούτου μετριώτερος εἶναι τὸ δικάσασθαι προκρίνας ἢ ῥώμῃ χρήσασθαι;
εἰ φθονῶν μοι τοῦ παιδὸς τοῦτ’ ἔδρασεν ἢ RIV 404 μηδὲν ἔχων δίκαιον ἐγκαλεῖν; εἰ δὲ οὐ φθονῶν μέν, Ἄρες, ἀπέκτεινας δέ, ἧττον ἐγώ τι παρὰ τοῦτο τοῦ παιδὸς ἐστέρημαι; καὶ εἰ φαυλοτέρα γνώμη τῆς σφαγῆς ἡγήσατο, σκοπεῖν ἀξιώσει. πάνυ γε, φαίην ἄν, εἰ φαύ-
λῆς ἐστὶ γνώμης ἐρᾶν φόνων καὶ σφάττειν εὐχερῶς. ἀφ’ ἧς γάρ, οἶμαι, γνώμης ἥδεται πολέμοις καὶ μάχαις, ἔνθα πολλοὶ μὲν νεκροί, πολὺ δὲ αἷμα γῆν τε φοι- 1 2 3 4 νίττον καὶ χρωννυον ποταμοὺς καὶ ποιοῦν ρυακας, ἀπὸ ταύτης καὶ αὐτὸς ὃν ἂν τύχῃ κτείνει. καὶ δεινὸν οὐδὲν οἴεται ποιεῖν, ἂν ἀφελόμενός τινα τὴν ψυχὴν δείξῃ κείμενον, ἀλλ’ ἔστι μεγίστη τοῦτ’ αὐτῷ φιλοτι-
μία, κἄν τις αὐτὸν προσείπῃ βροτολοιγὸν ἢ μιαιφόνον, ἐπῄνεσε. ταῦτά σε ποιεῖ φονέα πολλῶν καὶ οὐκ ἂν ἀρνηθείης οὐκ εἶναι φιλαίματος.
μὲν γὰρ ὕβρει τοῦτο Ἁλιρρόθιος ἐποίει καὶ ἀσελγείᾳ καὶ λυπεῖν ἐθέλων, ὧς ἄν τις ὑπερορῶν καὶ καταφρο- νῶν, καλῶς τέθνηκεν, οὐκ ἀντιλέγω· εἰ δ’ οὐχ οὕτως ἐμαίνετο καὶ παρεφρόνει ὥστ’ οὐκ οὔσης ἀνάγκης τῇ μὲν προσιέναι, σὲ δὲ μὴ δεδιέναι, μὴ τοῦ δράσαντος
μᾶλλον ἡγώμεθα τὸ ἔργον ἢ τοῦ ἀναγκάσαντος.
Declamatio 7. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.