τετολμῆσθαι τὸν φόνον, ἐσχήκατε, καλή τε καὶ πρέ- πουσα θεοῖς, ὧν ἐστιν, οἶμαι, μηδὲν ὠμὸν ἐπαινεῖν, ἄξιον δὲ κἀν τῇ ψήφῳ τηρῆσαι τὴν γνώμην τήμερον καὶ μὴ πρὶν μὲν δεῦρ’ ἥκειν μισεῖν τὸ πεπραγμένον, ἑτέρους δὲ ἐν τῷ δικαστηρίῳ γενέσθαι καὶ φανῆναι 20 τῷ κρινομένῳ | παραπλησίους τὸν τρόπον. ὂν εἰ 1 2 3 ἀφήσετε νῦν, τὰ αὐτὰ ἂν τούτῳ καὶ αὐτοὶ δρᾶσαι πρὸς ἅπαντας ὡμολογηκότες ἔσεσθε.
Ἦν μοι παῖς Ἁλιρρόθιος, ὃν οὐδὲ ὑμεῖς ἀγνοεῖτε. οὗτος ἤκουε πολλάκις μου λέγοντος μεμνῆσθαι τοῦ πατρὸς καὶ πειρᾶσθαι κτᾶσθαι τήν τε παρὰ τῶν θεῶν τήν τε παρὰ τῶν ἀνθρώπων εὔνοιαν τῷ τοὺς μὲν αἰ- δεῖσθαι, τοὺς δ’ ὅ τι δύναιτο εὖ ποιεῖν. καὶ ἦν οὐ
κακός. θυγατέρα δὲ ὧς εἶδε τούτου καλήν τε καὶ με- γάλην καὶ λάμπουσαν καὶ οἵαν αὑτῆς ἐμβαλεῖν ἔρωτα νεανίσκῳ ἔπαθέ τι καὶ ἐθαύμασε καὶ ἦν ἐραστής.
Declamatio 7. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.