ἄγων, ἀλλὰ τοῖς μὲν ἐμοῖς κινδύνοις ἐκτήθη, μεγαλο- ψυχίᾳ δὲ εἰς τὸ κοινὸν ἀφείθη. ἢν οὖν λάβω, τἀμαυ- τοῦ λαβὼν ἔσομαι. φέρε γάρ, εἰ μὴ τὴν Λέσβον εἱλον, ἆρ’ ἂν εἶχεν ὑπισχνεῖσθαι τὰς ἑπτὰ γυναῖκας τὰς Λεσβίδας; τί δ’, εἰ μὴ τὰς ἄλλας ᾑρήκειν, ἆρ’ ἂν
1 2 3 εἶχεν ὑπισχνεῖσθαι τἄλλα; εἰ τοίνυν ἃ παρ’ ἐμοῦ γέ- γονεν ἐκείνῳ, ταῦτ’ ἐμοὶ παρ’ ἐκείνου, παρ’ ἐμαντοῦ μοι γίνεται τὰ δῶρα, καὶ χάριν εἰδέναι δίκαιος ἐκεῖνος ἐμοὶ πάντων, ἀλλ’ οὐκ ἐγὼ τοῦ μέρους ἐκείνῳ.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.