σὰς εὐπρεπεῖς οὕτω ποιεῖσθαι συνθήκας; οὐκ ἔστιν. οὐχ οὕτω ποτ’ ἂν φθέγξαιο. εἶθ’ ὑβρίζεσθαι μὲν ἐπὶ δώρων ἐλπίδι πολλῆς αἰσχύνης, ὑβρισθέντα δὲ χρημά- των λύειν τὴν ὀργὴν τῶν καλῶν ἔν τί ἐστι; καὶ μὴν τὸ λαβόντα καταλῦσαι τὸν θυμὸν ἴσον γίνεται τῷ
παθεῖν ἐπὶ τῷ λαβεῖν. ἑκάτερον γάρ ἐστιν ἀνδρὸς τὸ παροινεῖσθαι πεποιημένου πρόσοδον.
μετέχοντι τῶν ἀγώνων εἵμαρται πεσεῖν, Ὀδυσσεῦ, Πη- λέα δὲ καὶ τὸν πατρῷον οἶκον οὐκ ὄψεσθαι. ταῦτ’ 1 2 3 4 εἶπεν ἡ μήτηρ θεὸς οὖσα καὶ μὴ πιστεύειν οὐκ ἔν- εστιν. I ἄνελε οὖν ἐκ τοῦ λόγου τὴν ναῦν τοῦ 5 χρυσοῦ καὶ τὰς εἴκοσι Τρωάδας καὶ τὰς ἑπτὰ πόλεις καὶ τὴν κηδείαν. κεναὶ γὰρ ταῦτα ὑποσχέσεις, ὥσπερ ἂν εἰ καὶ τῷ Πρωτεσιλάῳ δῶρα νῦν ἔπεμπεν εἰς
Ἐλεοῦντα.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.