κεῖ δέ μοι μηδὲ τοὔνομα τῶν δώρων προσήκειν τῷ παρόντι πράγματι. ὁ μὲν γὰρ ὧν οὐ κατέστη κύριος, ταῦτα λαμβάνων δῶρα λαμβάνει, ὁ δ’ ὧν ἐγκρατὴς ὑπῆρχε, ταῦτα δεχόμενος ἃ πρότερον εἶχε κομίζεται. ὥστ’ οὐδὲ πάντων ἀφιστάμενος τῶν ἐν τῇ σκηνῇ δώ-
ρων μέμνητ’ ἂν εἰκότως. οὐ γὰρ δοῦναι τοῦτ’ ἔστιν, ἀλλ’ ἀποδοῦναι. νῦν δὲ ποιεῖ παραπλήσιον ὥσπερ ἂν εἰ καὶ τὴν κιθάραν ταύτην εἰς δωρεάν μοι λογίζοιτ·ο.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.