κερδαίνειν ἀπὸ τῶν συμφορῶν. τοῦτο δέ ἐστι τῇ πείρᾳ τῶν προλαβόντων τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν εἰδέ- 1 2 ναι φυλάττεσθαι. τίς γὰρ οὐκ οἶδεν ὅτι Λαομέδων ἀγνωμοσύνῃ πρὸς Ἡρακλέα χρησάμενος καὶ ὧν μὲν ἐδεήθη τυχών, ἃ δὲ ὑπέσχετο δώσειν οὐ παρασχὼν πολέμου καὶ κακῶν ἐπειρᾶτο καὶ ἡ πόλις ἔκειτο καὶ χρήματα ἤγετο καὶ σώματα εἵλκετο καὶ τῶν ἀπολλυ-
μένων οἱ λειπόμενοι δυστυχέστεροι τῇ τῶν δεινῶν αἰσθήσει τῶν ἀπελθόντων πλεονεκτοῦντες;
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.