μὴ δέχησθε τὸ ἕρμαιον μηδὲ ἁρπάζητε τὴν δωρεάν, 1 2 3 ἀλλ’ I ἀποστρέφησθε τὴν εὐτυχίαν, εἶτα πταίσαντες ὕστερον πάνθ’ ἕτομοι συγχωρεῖν ἦτε, ὧν καὶ πολλο- στὸν μέρος ἤρκει τὴν πρώτην, ἀνταιτῆτε δὲ τοσοῦτον μὴ τὴν πόλιν ὑμῖν ἀπόλλυσθαι, ἆρ’ ἂν ἀνασχέσθαι
νομίζετε τοὺς ἐγγὺς ὄντας ἤδη <τοῦ> τὴν πόλιν ταῦτ’ οὖν ἐνθυμηθέντες καὶ παραθέντες ταῖς ἡδοναῖς Ἀλεξάνδρου τὸν περίβολον τοῦτον τοῦ ἄστεος, τοὺς νεώς, κάλλη δημοσίων οἰκοδομημάτων, κατασκευάς, ἰδίας εὐπορίας, πλοῦτον, ῥᾳστώνην, γεωργίας, παῖδας,
γονεῖς, γυναῖκας, τὰ παρόντα ἀγαθά, τὰς μελλούσας ἐλπίδας ἐρωτήσατε ὑμᾶς αὐτούς γε, εἰ τοσούτων ἄξιον πρίασθαι τὴν πρὸς Ἀλέξανδρον χάριν.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.