κυβερνήτης περὶ τὸ σκάφος. ἐκεῖνοι τὰς ὑφάλους αἷς ἂν προσβαλόντες τρώσωσι τὸ πλοῖον ἐπὶ τῆς δευτέρας ἀναγωγῆς φυλάττονται καὶ γίνεται τὸ πρότερον πάθος σωτηρία πρὸς τὰ δεύτερα. | ὑμεῖς δέ, εἰ μηδ’ ἐξ 1 ὧν πεπείρασθε σωφρονήσετε, πάνυ ἂν εἴητε δυστυχεῖς.
καὶ τὸ ἀδίκημα μετριώτερον τὸ Λαομέδοντος τοῦ νῦν τετολμημένου. πολὺ γὰρ ἔλαττον, οἶμαι, δοῦναί τι δέον μὴ βουληθῆναι ἢ τὰ μὴ προσήκοντα μηδαμόθεν ἁρ- πάσαντα ἔχειν. οὐδὲ φὰν εἶτ’ αἰ τοσοῦτον χείρων ὁ Τε- λαμώνιος Αἴας τοῦ πατρὸς τοῦ συνεξελόντος Ἡρακλεῖ
τὴν Τροίαν, ὥστ’ ἐκείνου συνοργισθέντος ἐπ’ ἐλάττο- σιν αὐτὸς ἐφ’ οὕτω μείζοσι μὴ μιμήσασθαι τὸν γεννή- σαντα.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.