λέγεις μὲν ἀληθῆ, τῶν παρόντων δὲ ἀλλότρια. οὐ γὰρ ὡς γενναίων ᾀσμάτων ἀκουσόμενοι καὶ προσέξοντες 1 2 τὸν νοῦν ἐρχόμεθα οὐδὲ τὸ μὴ κατασχεῖν ἅ τις ἤκουσε ζημία, τοσοῦτον δὲ ἀπαιτοῦμεν μόνον, ὑπηρετῆσαι τὴν φωνὴν τοῖς σχήμασιν. οὐ γὰρ ἡ ὄρχησις ὑπὸ τῶν ᾀσμάτων πληροῦται, τῆς ὀρχήσεως δὲ εἵνεκα τὰ
ᾄσματα εὕρηται. καὶ τὴν ἡμέραν κρίνομεν τῷ τῆς ὀρχήσεως κάλλει καὶ αἴσχει, οὐ τοῖς τῶν ᾀσμάτων ὀνό- μασιν ἢ ῥυθμοῖς, ἀλλ’ ἐκείνων μὲν βραχὺς ὁ λόγος, ἡ δὲ ἐξέτασις τοῦ ναύτου καὶ τοῦ θηρατοῦ καὶ τοῦ | 3 ποιμένος.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.