δύεσθαι μουσικήν, ἐκείνην λέγεις ἢν ἐλάμβανον εἰς κιθαριστοῦ βαδίζοντες οἱ νέοι παρά Κόννον ἰόντες, παρὰ Λάμπρον φοιτῶντες, πλείω σπουδὴν τούτῳ νέ- μοντες ἢ παλαίστραις καὶ γράμμασιν ἡ, εἰ βούλει γε, τὴν ἴσην χρόνῳ καὶ πόνῳ καὶ μαθήσει κτώμενοι τὸ
μουσικῆς ἀγαθόν. ἐντεῦθεν ὁ μαθὼν τοῦ μὴ μαθόντος κατεγέλα καὶ ὁ βαρβίτῳ τὰς χεῖρας οὐκ εἰδὼς προσ- άγειν ἐκωμῳδεῖτο. εἰ δὲ ἴσον ἣν τῷ μαθεῖν τὸ παρα- τρέχοντα ἀκοῦσαι καὶ τὰς ψυχὰς ὁμοίας εἰργάζετο, 1 2 πάντας ἂν ὁμοίους ἐποίει τότε τὰ θέατρα κοινῆς τῆς ἀκροάσεως οὔσης.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.